Ομιλία εις το “Καθελώ μου τας αποθήκας”

Ἁγίου Βασιλείου Ἀρχιεπισκόπου Καισαρείας τοῦ Μεγάλου

ΟΜΙΛΙΑ ΕΙΣ ΤΟ «ΚΑΘΕΛΩ ΜΟΥ ΤΑΣ ΑΠΟΘΗΚΑΣ»

(περὶ τῆς πλεονεξίας, καὶ τοῦ ρητοῦ τοῦ κατὰ Λουκᾶν Εὐαγγελίου

«Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω»)

Διπλοῦν τὸ εἶδος τῶν πειρασμῶν. Ἢ γὰρ αἱ θλίψεις βασανίζουσι τὰς καρδίας, ὥσπερ χρυσὸν ἐν καμίνῳ, διὰ τῆς ὑπομονῆς τὸ δόκι-
μον αὐτῶν ἀπελέγχουσαι· ἢ καὶ πολλά-
κις αὐταὶ αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ
πειρατηρίου γίνονται τοῖς πολλοῖς.
Ὁμοίως γάρ ἐστι χαλεπὸν ἔν τε δυσκο-
λίαις πραγμάτων ἀταπείνωτον τὴν
ψυχὴν διασώσασθαι, καὶ ἐν ταῖς περι-
φανείαις μὴ ἐπαρθῆναι πρὸς ὕβριν.
Παράδειγμα δὲ τοῦ μὲν προτέρου
εἴδους τῶν πειρασμῶν ὁ μέγας Ἰώβ, ὁ
ἀκαταγώνιστος ἀθλητής· ὅς, πᾶσαν τοῦ
διαβόλου τὴν βίαν, ὥσπερ χειμάῤῥου
φοράν, ἀσείστῳ καρδίᾳ καὶ λογισμοῖς
ἀτρέπτοις ὑποδεξάμενος, τοσούτῳ μεί-
ζων ἐκ τῶν πειρασμῶν ἀνεφάνη, ὅσῳ
μεγάλα αὐτῷ καὶ δυσέκλυτα ἐδόκει
παρὰ τοῦ ἐχθροῦ προβεβλῆσθαι τὰ πα-
λαίσματα.

Τῶν δὲ κατὰ τὴν εὐημερίαν τοῦ
βίου πειρασμῶν ὑποδείγματα ἄλλα τε
τινά, καὶ οὗτος ὁ νῦν ἡμῖν ἀναγνω-
σθεὶς πλούσιος· ὃς τὸν μὲν εἶχε
πλοῦτον, τὸν δὲ ἤλπιζε· τοῦ φιλανθρώ-
που Θεοῦ ἐξ ἀρχῆς αὐτὸν ἐπὶ τῇ ἀγνω-
μοσύνῃ τῶν τρόπων μὴ
κατακρίναντος, ἀλλ’ ἀεὶ τῷ προϋπάρ-
χοντι πλούτῳ πλοῦτον ἕτερον προστι-
θέντος, εἴ πως αὐτῷ κόρον ἐμποιήσας
ποτέ, πρὸς τὸ κοινωνικὸν καὶ ἥμερον
τὴν ψυχὴν αὐτοῦ ἐκκαλέσαιτο· Ἀνθρώ-
που, γάρ φησίν, πλουσίου εὐφόρησεν
ἡ χώρα, καὶ διελογίζετο καθ’ ἑαυτόν·
Τί ποιήσω; Καθελῶ μου τὰς ἀποθήκας,
καὶ μείζονας οἰκοδομήσω· Διὰ τί οὖν
ηὐφόρησεν ἡ χώρα τοῦ ἀνθρώπου
μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποι-
ήσειν μέλλοντος; Ἵνα μᾶλλον ἡ τοῦ
Θεοῦ μακροθυμία φανῇ, καὶ μέχρι τῶν
τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρη-
στότητος· Βρέχει γὰρ ἐπὶ δικαίους καὶ
ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ
πονηροὺς καὶ ἀγαθούς· Ἡ δὲ τοιαύτη
τοῦ Θεοῦ ἀγαθότης μείζονα συνάγει
τοῖς πονηρευομένοις τὴν κόλασιν.
Ἤνεγκε τοὺς ὄμβρους ἐπὶ τὴν ὑπὸ τῶν
πλεονεκτικῶν χειρῶν γεωργουμένην
γῆν· ἔδωκε τὸν ἥλιον ἐκθάλπειν τὰ
σπέρματα, καὶ πολυπλασιάζειν τοὺς
καρποὺς διὰ τῆς εὐφορίας. Καὶ τὰ μὲν
παρὰ Θεοῦ τοιαῦτα, γῆς ἐπιτηδειότης,
ἀέρων εὔκρατοι καταστάσεις, σπερμά-
των ἀφθονίαι, βοῶν συνεργίαι, τὰ
ἄλλα, οἷς γεωργία πέφυκεν εὐθη-
νεῖσθαι· τὰ δὲ παρὰ τοῦ ἀνθρώπου οἷα;
Τὸ πικρὸν τοῦ ἤθους, ἡ μισανθρωπία,
τὸ δυσμετάδοτον. Ταῦτα τῷ εὐεργέτῃ
ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς
κοινῆς φύσεως· οὐχ ἡγήσατο χρῆναι τὸ
περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι·
οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς· Μὴ
ἀπόσχῃ εὖ ποιεῖν ἐνδεῆ· καί, Ἐλεημο-
σύναι καὶ πίστις μὴ ἐκλειπέτωσάν σε·
καί, Διάθρυπτε πεινῶντι τὸν ἄρτον
σου· Καὶ πάντες προφῆται, καὶ πάντες
διδάσκαλοι ἐμβοῶντες, οὐκ εἰση-
κούοντο· ἀλλ’ αἱ μὲν ἀποθῆκαι
διεῤῥήγνυντο τῷ πλήθει τῶν ἀποκειμέ-
νων στενοχωρούμεναι, ἡ φειδωλὸς δὲ
καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ
νέα τοῖς παλαιοῖς προστιθείς, καὶ ταῖς
κατ’ ἔτος προσθήκαις τὴν εὐπορίαν
προσαύξων, εἰς τὴν ἀδιέξοδον ταύτην
ἀμηχανίαν ἐνέπεσεν, ὑποχωρεῖν μὲν
τοῖς παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ
συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ
τὸ πλῆθος μὴ ἐξαρκῶν. Διὰ τοῦτο ἀνή-
νυτα μὲν αὐτῷ τὰ βουλεύματα, ἄποροι
δὲ αἱ φροντίδες.
Τί ποιήσω; Τίς οὐκ ἂν ἐλεήσειεν
τὸν οὕτω πολιορκούμενον; Δείλαιος
τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων
ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμέ-
νων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ
γῆ, στεναγμοὺς αὐτῷ φύει· μὴ γὰρ
καρπῶν εὐφορίαν συνάγει, φροντίδας
καὶ λύπας καὶ ἀμηχανίαν δεινήν.
Ὅμοια τοῖς πενομένοις ὀδύρεται. Ἢ
οὐχὶ ταύτην ἀφίησι τὴν φωνὴν καὶ ὁ
διὰ πτωχείαν στενοχωρούμενος; Τί ποι-
ήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα;
Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται.
Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερί-
μνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους
εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέ-
κτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πε-
πληρωμένων τῶν ἔνδον, ἀλλὰ νύσσει
τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ
πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμε-
νος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν πα-
ρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς
ἐνδεέσι γένηται.
Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς
ψυχῆς τῷ τῶν γαστριμάργων προσεοι-
κέναι· οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαι-
μαργίας αἱροῦνται, ἢ τῶν λειψάνων
μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες,
ἄνθρωπε, τοῦ δεδωκότος. Μνήσθητι σε-
αυτοῦ, τίς εἶ, τί οἰκονομεῖς, παρὰ τίνος
ἔλαβες, διὰ τί τῶν πολλῶν προεκρίθης.
Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκο-
νόμος τῶν ὁμοδούλων· μὴ πάντα οἴου
τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὡς
περὶ ἀλλοτρίων βουλεύου τῶν ἐν χερ-
σίν· μικρὸν εὐφραίνει σε χρόνον, εἶτα
διαῤῥυέντα οἰχήσεται, τὸν δὲ ἐπ’
αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκρι-
βείας. Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ
μοχλοῖς ἐναποκλείσας ἔχεις· καὶ κατα-
δήσας σφραγῖσιν, ἐπαγρυπνεῖς ταῖς με-
ρίμναις, καὶ βουλεύῃ κατὰ σαυτόν,
ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος.
Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν ὅτι
Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων,
ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας κα-
λέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν
Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγ-
ματι, φθέγξομαι φωνὴν μεγαλόψυχον·
Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς μέ·
τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ
ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν
πηγῶν, συμμεθέξοντες. Ἀλλ’ οὐ
τοιοῦτος σύ· πόθεν; Ὅς γε βασκαίνεις
μὲν τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως,
πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ
συγκροτήσας, φροντίζεις, οὐχ ὅπως
διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν,
ἀλλ’ ὅπως, πάντα ὑποδεξάμενος, πάν-
τας τῆς ἀπ’ αὐτῶν ὠφελείας ἀποστε-
ρήσῃς.
Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαι-
τοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ
ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρε-
λαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπό-
λαυσιν ἐφαντάζετο. Συνεχωρήθη
πάντα βουλεύσασθαι, καὶ φανερὰν
ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν
τῆς προαιρέσεως δέξηται τὴν ἀπόφα-
σιν.
Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέ-
γραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν.
Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφό-
ρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς
ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς
οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ’ εἰς τὴν
σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν
ἐπιδείξῃ τῆς εὐποιΐας καρπόν, σεαυτῷ
τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν
ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας
ἐπαναστρέφουσιν.
 Ἔδωκας
 τῷ
πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν
μετὰ προσθήκης ἐπανελθόν. Ὣσπερ γὰρ
ὁ σῖτος, εἰς τὴν γῆν πεσών, κέρδος τῷ
προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς
τὸν πεινῶντα καταβληθείς, πολύχουν
τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν.
Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας
ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε
γάρ, φησίν, ἑαυτοῖς εἰς δικαιοσύνην· Τί
οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτόν,
πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐνα-
ποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα
καλὸν ὑπὲρ πλοῦτον πολύν.
Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ
τὴν ἀπ’ αὐτῶν τιμήν, σκόπει πόσῳ
πρὸς δόξαν λυσιτελέστερον, μυρίων
παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυ-
ρίους ἔχειν στατῆρας ἐν βαλλαντίῳ. Τὰ
μέν γε χρήματα καταλείψεις ἐνταῦθα,
καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς
ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις
πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος,
ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε,
τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ
τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνό-
ματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις,
παγκρατιασταῖς, καὶ μίμοις, καὶ θηριο-
μάχοις τισὶν ἀνθρώποις, οὓς κἂν βδε-
λύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν
ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου
θορύβων καὶ κρότων τὸν πλοῦτον προ-
ϊεμένους;
Σὺ δὲ μικροπρεπὴς εἶ περὶ τὰς δαπά-
νας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι
δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος·
ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως
ἄνθρωποι μακαρίζοντες· δόξα αἰώνιος,
στέφανος δικαιοσύνης, βασιλεία τῶν
οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν
φθαρτῶν τούτων οἰκονομίας ὧν
οὐδενὸς τούτων φροντίζεις, τῇ περὶ τὰ
παρόντα σπουδῇ τῶν ἐλπιζομένων
ὑπερορῶν.
Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν
πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ
τὰς δαπάνας τῶν δεομένων γενόμενος.
Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν,
ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη
αὐτοῦ μένει εἰς τὸν αἰῶνα·
Μὴ βαρύτιμος ἔσο ταῖς χρείαις ἐπιτιθέ-
μενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα
ἀνοίξῃς σιτοδοχεῖα· Ὁ γὰρ τιμιουλκῶν
σῖτον δημοκατάρατος· Μὴ λιμὸν ἐκδέ-
χου διὰ χρυσόν, μὴ κοινὴν ἔνδειαν δι’
εὐπορίαν ἰδίαν. Μὴ γίνου κάπηλος
συμφορῶν ἀνθρωπίνων· μὴ τὴν ὀργὴν
τοῦ Θεοῦ καιρὸν ποιήσῃς περιουσίας
χρημάτων. Μὴ ἐπιξάνῃς τραύματα κε-
κακωμένων ταῖς μάστιξι. Σὺ δὲ πρὸς
μὲν τὸν χρυσὸν ἀποβλέπεις, τὸν δὲ
ἀδελφὸν οὐ προσβλέπεις· καὶ τοῦ μὲν
νομίσματος ἐπιγινώσκεις τὸ χάραγμα,
καὶ τοῦ δοκίμου διακρίνεις τὸ κίβδη-
λον, τὸν δὲ ἀδελφὸν παρὰ τὴν χρείαν
παντελῶς ἀγνοεῖς.
Καὶ ἡ μὲν εὔχροιά σε τοῦ χρυσοῦ ὑπε-
ρήδει· ὅσος δέ σοι ἀκολουθεῖ τοῦ
ἐνδεοῦς ὁ στεναγμός, οὐ λογίζῃ. Πῶς
σοι ὑπ’ ὄψιν ἀγάγω τὰ πάθη τοῦ πέ-
νητος; Ἐκεῖνος, περισκεψάμενος τὰ
ἔνδον, ὁρᾷ, ὅτι χρυσὸς μὲν αὐτῷ οὔτε
ἐστίν, οὔτε γενήσεται πώποτε· σκεύη δὲ
καὶ ἐσθής, τοιαῦτα, οἷα ἂν γένηται
πτωχῶν κτήματα, ὀλίγων τὰ πάντα
ὀβολῶν ἄξια. Τί οὖν; Ἐπὶ τοὺς παῖδας
λοιπὸν ἄγει τὸν ὀφθαλμόν, ὥστε,
αὐτοὺς ἀγαγὼν εἰς τὸ πρατήριον,
ἐντεῦθεν εὑράσθαι τοῦ θανάτου παρα-
μυθίαν.
Νόησον ἐνταῦθα μάχην ἀνάγκης
λιμοῦ, καὶ διαθέσεως πατρικῆς. Ἡ μὲν
τὸν οἴκτιστον θάνατον ἀπειλεῖ, ἡ δὲ
φύσις ἀνθέλκει, συναποθανεῖν τοῖς τέ-
κνοις πείθουσα· καὶ πολλάκις ὁρμήσας,
καὶ πολλάκις ἀνακοπείς, τελευταῖον
ἐκρατήθη, ὑπὸ τῆς ἀναγκαίας καὶ ἀπα-
ραιτήτου χρείας ἐκβιασθείς. Καὶ οἷα
βουλεύεται ὁ πατήρ; Τίνα πρῶτον τού-
των ἀπεμπολήσω; Τίνα δὲ ἡδέως ὁ σι-
τοπώλης ὄψεται; Ἐπὶ τὸν πρεσβύτατον
ἔλθω; Ἀλλὰ δυσωποῦμαι αὐτοῦ τὰ πρε-
σβεῖα. Ἀλλὰ τὸν νεώτατον; Ἀλλ’ ἐλεῶ
αὐτοῦ τὴν ἡλικίαν ἀναισθητοῦσαν τῶν
συμφορῶν. Οὗτος ἐναργεῖς σώζει τῶν
γονέων τοὺς χαρακτῆρας· ἐκεῖνος ἐπι-
τηδείως ἔχει πρὸς τὰ μαθήματα. Φεῦ
τῆς ἀμηχανίας! Τίς γένωμαι; Τίνι τού-
των προσκρούσω; Ποίαν θηρίου ψυχὴν
ἀναλάβω; Πῶς τῆς φύσεως ἐπιλάθω-
μαι; Ἐὰν πάντων ἀντίσχωμαι, πάντας
ὄψομαι δαπανωμένους τῷ πάθει. Ἐὰν
ἕνα προῶμαι, ποίοις ὀφθαλμοῖς τοὺς
λειπομένους προσίδω, ὕποπτος αὐτοῖς
ἤδη γεγενημένος εἰς ἀπιστίαν; Πῶς
οἰκήσω τὴν οἰκίαν, ἐμαυτῷ κατασκευά-
σας τὴν ἀπαιδίαν; Πῶς ἐπὶ τὴν τράπε-
ζαν ἔλθω, ἐκ τοιαύτης προφάσεως τὴν
εὐπορίαν ἔχουσαν;
Καὶ ὁ μὲν μετὰ μυρίων δακρύων
τὸν φίλτατον τῶν παίδων ἀπεμπολή-
σων ἔρχεται· σὲ δὲ οὐ κάμπτει τὸ
πάθος, οὐ λογισμὸν λαμβάνεις τῆς φύ-
σεως. Ἀλλ’ ὁ μὲν λιμὸς συνέχει τὸν
ἄθλιον, σὺ δὲ ἀναβάλλῃ, καὶ εἰρωνεύῃ,
μακροτέραν αὐτῷ κατασκευάζων τὴν
συμφοράν. Καὶ ὁ μὲν τὰ σπλάγχνα
προτείνεται τιμὴν τῶν τροφῶν, σοῦ δὲ
οὐ μόνον οὐκ ἀποναρκᾷ ἡ χεὶρ ἐκ τοι-
ούτων συμφορῶν ὑποδεχομένη τιμή-
ματα, ἀλλὰ καὶ ζυγομαχεῖς περὶ τοῦ
πλείονος, καὶ ὅπως ἂν πολὺ λαβὼν
ἔλαττον δῴης φιλονεικεῖς, πανταχόθεν
βαρύνων τὴν συμφορὰν τῷ ἀθλίῳ. Οὐ
δάκρυόν σοι ἐλεεινόν, οὐ στεναγμὸς
καρδίαν μαλάσσει· ἀλλ’ ἄκαμπτος εἶ
καὶ ἀμείλικτος. Πάντα χρυσὸν βλέπεις,
χρυσὸν φαντάζῃ· τοῦτό σοι καὶ καθεύ-
δοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύ-
μιον. Ὥσπερ γὰρ οἱ ὑπὸ μανίας
παράφοροι οὐ τὰ πράγματα βλέπουσιν,
ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται·
οὕτως σοι ἡ ψυχή, τῇ φιλοχρηματίᾳ
κατασχεθεῖσα, πάντα χρυσόν, πάντα
ἄργυρον βλέπει. Ἥδιον ἂν ἴδοις τὸν
χρυσὸν ἢ τὸν ἥλιον. Εὔχῃ τὰ πάντα
πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μετα-
βληθῆναι, καὶ ἐπινοεῖς μέντοι καθ’
ὅσον οἷόν τε.
Ποίαν γὰρ μηχανὴν διὰ χρυσὸν
οὐ κινεῖς; Ὁ σῖτος χρυσός σοι γίνεται,
ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ
ἔριά σοι ἀποχρυσοῦται· πᾶσα ἐμπορία,
πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει.
Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ πο-
λυπλασιαζόμενος ἐν δανείσμασι· καὶ
κόρος οὐκ ἔστι, καὶ τέλος τῆς ἐπιθυ-
μίας οὐκ ἐξευρίσκεται. Τῶν μὲν γὰρ
παίδων τοῖς λίχνοις ἀφειδῶς πολλάκις
ἐνδίδομεν τῶν περισπουδάστων ὑπερ-
εμπίπλασθαι, ὥστε τῷ ὑπερβάλλοντι
κόρῳ τὴν ἀποστροφὴν ἐμποιῆσαι· ὁ δὲ
πλεονέκτης οὐχ οὕτως· ἀλλ’ ὅσῳ πλει-
όνων ἐμφορεῖται, πλειόνων ἐφίεται·
Πλοῦτος ἐὰν ῥέῃ, μὴ προστίθεσθε καρ-
δίᾳ· Σὺ δὲ κατέχεις τὸν παραῤῥέοντα,
καὶ περιφράσσεις τὰς διεξόδους. Εἶτα
κατεχόμενος καὶ ἐνλιμνάζων, οἷα ποιεῖ
σοι;  ̔Ρήγνυσι τὰ κωλύματα, ἀμέλει καὶ
νῦν βιαίως ἐναποληφθεὶς καὶ πλημ-
μυρῶν, καθαιρεῖ τοῦ πλουσίου τὰς
ἀποθήκας, ἐδαφίζει αὐτοῦ τὰ ταμιεῖα,
ὥσπερ πολέμιός τις ἐπεισελθών. Ἀλλὰ
μείζονας οἰκοδομήσει; Ἄδηλον εἰ μὴ
καθῃρημένας παραδώσει τῷ μετ’
αὐτόν. Ὀξύτερον γὰρ ἂν αὐτὸς ἀπέλθοι
ἀνασπασθείς, ἢ ἐκεῖνα κατὰ τὴν πλεο-
νεκτικὴν ἐπίνοιαν ἐγερθείη.
Ἀλλ’ ὁ μὲν ἐχέτω τῶν κακῶν βου-
λευμάτων τὸ τέλος ἀκόλουθον· ὑμεῖς
δέ, ἂν ἐμοὶ πείθησθε, πάσας θύρας τα-
μιείων ἀναπετάσαντες, ἀφθόνους πα-
ρέξετε τὰς διεξόδους τῷ πλούτῳ· ὥσπερ
ποταμῷ μεγάλῳ πολύκαρπον γῆν δι’
ὀχετῶν μυρίων ἐπερχομένῳ, οὕτως
αὐτοί, τῷ πλούτῳ διδόντες διὰ ποικί-
λων ὁδῶν εἰς τὰς τῶν πενήτων οἰκίας
κατασχίζεσθαι. Τὰ φρέατα ἐξαντλού-
μενα εὐροώτερα γίνεται· ἐναφιέμενα
δέ, κατασήπεται· καὶ πλούτου τὸ μὲν
στάσιμον ἄχρηστον, τὸ δὲ κινούμενον
καὶ μεταβαῖνον κοινωφελὲς καὶ ἔγκαρ-
πον. Ὤ πόσος μὲν ὁ παρὰ τῶν εὐεργε-
τουμένων ἔπαινος, οὗ σὺ μὴ
καταφρονήσῃς! πηλίκος δὲ ὁ παρὰ τοῦ
δικαίου κριτοῦ μισθός, ᾧ σὺ μὴ ἀπι-
στήσῃς! Πανταχοῦ σοι τὸ ὑπόδειγμα
τοῦ κατηγορουμένου πλουσίου προσα-
παντάτω· ὅς, τὰ μὲν ἤδη παρόντα φυ-
λάσσων, περὶ δὲ τῶν ἐλπιζομένων
ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται
τὴν αὔριον, τὸ αὔριον σήμερον προ-
ημάρτανεν. Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ
προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα· οὐ
συνήγαγε τοὺς καρπούς, καὶ τῆς πλεο-
νεξίας εἶχεν ἤδη τὸ κρῖμα. Ἡ μὲν γῆ
ἐδεξιοῦτο τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ
μὲν ἐν ταῖς ἀρούραις προδεικνῦσα τὸ
λήϊον· πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλη-
μάτων φαίνουσα· βρύουσαν δὲ τῷ
καρπῷ τὴν ἐλαίαν παρεχομένη, καὶ
πᾶσαν ἐπαγγελλομένη τὴν ἐξ ἀκρο-
δρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ
ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαί-
νων τοῖς δεομένοις. Καίτοι πόσοι κίν-
δυνοι πρὸ τῆς συγκομιδῆς τῶν
καρπῶν! Καὶ γὰρ καὶ χάλαζα κατέ-
κλασε, καὶ καύσων ἐκ μέσων ἥρπασεν
τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐκ
νεφῶν ἐπιῤῥυέν, ἠχρείωσε τοὺς καρ-
πούς. Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τε-
λειωθῆναι
 τὴν
 χάριν;
 Ἀλλὰ
προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς
τῆς ὑποδοχῆς τῶν δειχθέντων.
Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς
σεαυτῷ, τὰ δὲ ῥήματά σου ἐν οὐρανῷ
δοκιμάζεται. Διὰ τοῦτό σοι ἐκεῖθεν αἱ
ἀποκρίσεις ἔρχονται. Τίνα δέ ἐστι καὶ
ἃ λέγεις; ψυχή, ἔχεις πολλὰ ἀγαθὰ ἀπο-
κείμενα· φάγε, πίε, εὐφραίνου καθ’
ἡμέραν· Ὤ τῆς ἀλογίας! Εἰ δὲ χοιρείαν
εἶχες ψυχήν, τί ἂν ἄλλο ἢ τοῦτο αὐτῇ
εὐηγγελίσω; Οὕτω κτηνώδης εἶ, οὕτως
ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς
τῆς σαρκὸς αὐτὴν βρώμασιν δεξιούμε-
νος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέχεται,
ταῦτα τῇ ψυχῇ παραπέμπεις; Εἰ μὲν
ἀρετὴν ἔχει, εἰ πλήρης ἐστὶν ἀγαθῶν
ἔργων, εἰ Θεῷ προσῳκείωται, ἔχει
πολλὰ ἀγαθά, καὶ εὐφραινέσθω τὴν
καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ
τὰ ἐπίγεια φρονεῖς, καὶ θεὸν ἔχεις τὴν
κοιλίαν, καὶ ὅλος σάρκινος εἶ, δεδου-
λωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ
πρεπούσης προσηγορίας, ἣν οὐδεὶς
ἀνθρώπων ἔθετό σοι, ἀλλ’ αὐτὸς ὁ Κύ-
ριος· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν
ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ
ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς
αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβου-
λίας. Ὁ γὰρ μετ’ ὀλίγον μέλλων ἀνάρ-
παστος ἄγεσθαι, οἷα βουλεύεται;
Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζο-
νας οἰκοδομήσω· Καλῶς σὺ ποιῶν,
φαίην ἂν ἔγωγε πρὸς αὐτόν. Ἄξια γὰρ
καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας.
Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσίν, ἃ
κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα,
ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας
τυχών. Ἀφάνισον πάντα οἶκον πλεονε-
ξίας φύλακα, ἀποσκεύασον ὀρόφους,
περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρω-
τιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν
δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκο-
τεινὰ τοῦ μαμωνᾶ καταγώγια· Καθελῶ
μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκο-
δομήσω· Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς,
τί ποτε ἆρα διανοηθήσῃ; Ἦ που πάλιν
καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις;
Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα
μοχθεῖν, οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ
μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθή-
κας, ἐὰν θέλῃς, τὰς κοιλίας τῶν πενή-
των. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν
οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες
καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμε-
ται, οὐ λῃσταὶ διακλέπτουσιν.
Ἀλλὰ τότε μεταδώσω τοῖς δεομέ-
νοις ὅταν τὰς δευτέρας ἀποθήκας
ἐμπλήσω. Μακροὺς σεαυτῷ τοὺς χρό-
νους τῆς ζωῆς ἔπηξας. Σκόπει μή σε
προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων.
Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητος
ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγ-
γέλλῃ γάρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα,
ἀλλ’ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν
τί τὸ κωλύον πρὸς τὴν μετάδοσιν; Οὐ
πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ
ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος; οὐχ ἡ
ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται· ὁ
γυμνητεύων πήγνυται· ὁ ἀπαιτούμενος
ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς
τὴν αὔριον ἀναβάλλῃ; Ἄκουε Σο-
λομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπά-
νηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί
τέξεται ἡ ἐπιοῦσα· Οἵων παραγγελμά-
των ὑπερορᾷς, τῇ φιλαργυρίᾳ τὰ ὦτα
προαποβύσας! Πόσην ἔδει σε χάριν
ἔχειν τῷ εὐεργέτῃ, καὶ φαιδρὸν εἶναι,
καὶ λαμπρύνεσθαι τῇ τιμῇ, ὅτι οὐκ
αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς
σὰς ἄλλοι καταλαμβάνουσι! Νῦν δὲ κα-
τηφὴς εἶ καὶ δυσέντευκτος, ἐκκλίνων
τὰς ἀπαντήσεις, μή πού τι καὶ μικρὸν
ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν.
Μίαν οἶδας φωνήν· Οὐκ ἔχω· οὐδὲ
δώσω· πένης γάρ εἰμι. Πένης εἶ τῷ ὄντι,
καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγά-
πης· πένης φιλανθρωπίας, πένης πί-
στεως εἰς Θεόν, πένης ἐλπίδος αἰωνίου.
Συμμεριστὰς ποίησον τῶν σητῶν τοὺς
ἀδελφούς· τὸ αὔριον σηπόμενον σήμε-
ρον μετάδος τῷ δεομένῳ. Πλεονεξίας
εἶδος τὸ χαλεπώτατον, μηδὲ τῶν φθει-
ρομένων μεταδιδόναι τοῖς ἐνδεέσι.
Τίνα, φησίν, ἀδικῶ συνέχων τὰ
ἐμαυτοῦ; Ποῖα, εἰπέ μοι, σαυτοῦ;
πόθεν λαβὼν εἰς τὸν βίον εἰσήνεγκας;
Ὥσπερ ἂν εἴ τις, ἐν θεάτρῳ θέαν κατα-
λαβών, εἶτα ἐξείργοι τοὺς ἐπεισιόντας,
ἴδιον ἑαυτοῦ κρίνων τὸ κοινῶς πᾶσι
κατὰ τὴν χρῆσιν προκείμενον· τοιοῦτοί
εἰσι καὶ οἱ πλούσιοι. Τὰ γὰρ κοινὰ προ-
κατασχόντες, ἴδια ποιοῦνται διὰ τὴν
πρόληψιν.
Ἐπεὶ εἰ τὸ πρὸς παραμυθίαν τῆς ἑαυ-
τοῦ χρείας ἕκαστος κομιζόμενος, τὸ πε-
ριττὸν ἠφίει τῷ δεομένῳ, οὐδεὶς μὲν ἂν
ἦν πλούσιος, οὐδεὶς δὲ πένης, οὐδεὶς
ἐνδεής.
Οὐχὶ γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐ
γυμνὸς άλιν εἰς τὴν γῆν ὑποστρέψεις;
Τὰ δὲ παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ
ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρί-
ζων τὸν κτίσαντα, μηδὲ χάριν ἔχων τῷ
δεδωκότι· εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ
Θεοῦ, εἰπὲ τὸν λόγον ἡμῖν δι’ ὃν ἔλα-
βες.
Μὴ ἄδικος ὁ Θεός, ὁ ἀνίσως ἡμῖν δι-
αιρῶν τὰ τοῦ βίου; Διὰ τί σὺ μὲν πλου-
τεῖς, ἐκεῖνος δὲ πένεται; Ἢ πάντως, ἵνα
καὶ σὺ χρηστότητος καὶ πιστῆς οἰκονο-
μίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς με-
γάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ;
Σὺ δέ, πάντα τοῖς ἀπληρώτοις τῆς πλε-
ονεξίας κόλποις περιλαβών, οὐδένα
οἴει ἀδικεῖν τοσούτους ἀποστερῶν; Τίς
ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ
αὐταρκείᾳ. Τίς δέ ἐστιν ὁ ἀποστερητής;
Ὁ ἀφαιρούμενος τὰ ἑκάστου. Σὺ δὲ οὐ
πλεονέκτης; σὺ δὲ οὐκ ἀποστερητής; ἃ
πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σε-
αυτοῦ ποιούμενος; Ἢ ὁ μὲν ἐνδεδυμέ-
νον ἀπογυμνῶν λωποδύτης ὀνομα-
σθήσεται· ὁ δὲ τὸν γυμνὸν μὴ ἐνδύων,
δυνάμενος τοῦτο ποιεῖν, ἄλλης τινός
ἐστι προσηγορίας ἄξιος; Τοῦ πεινῶντός
ἐστιν ὁ ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυ-
μνητεύοντος τὸ ἱμάτιον, ὃ σὺ φυλάσ-
σεις ἐν ἀποθήκαις· τοῦ ἀνυποδέτου τὸ
ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται· τοῦ
χρῄζοντος τὸ ἀργύριον, ὃ κατορύξας
ἔχεις. Ὥστε τοσούτους ἀδικεῖς, ὅσοις
παρέχειν ἠδύνασο.
Καλοὶ μέν, φησίν, οἱ λόγοι, ἀλλὰ
καλλίων ὁ χρυσός. Ὥσπερ οἱ τοῖς ἀκο-
λάστοις περὶ σωφροσύνης διαλεγόμε-
νοι. Καὶ γὰρ ἐκεῖνοι, διαβαλλομένης
τῆς ἑταίρας, ἀπὸ τῆς ὑπομνήσεως πρὸς
τὰς ἐπιθυμίας ἐκκαίονται. Πῶς σοι ὑπ’
ὄψιν ἀγάγω τὰ πάθη τοῦ πένητος, ἵνα
γνῷς ἀπὸ ποταπῶν στεναγμῶν σεαυτῷ
θησαυρίζεις; Ὤ πόσου ἄξιόν σοι φα-
νεῖται ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως τὸ ῥῆμα
ἐκεῖνο· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πα-
τρός μου, κληρονομήσατε τὴν ἡτοιμα-
σμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς
κόσμου. Ἐπείνασα γάρ, καὶ ἐδώκατέ
μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατε με·
γυμνὸς ἤμην, καὶ περιεβάλετέ με· Πο-
ταπὴ δέ σοι φρίκη, καὶ ἱδρώς, καὶ σκό-
τος περιχυθήσεται, ἀκούοντι τῆς
καταδίκης· Πορεύεσθε ἀπ’ ἐμοῦ, οἱ κα-
τηραμένοι, εἰς τὸ σκότος τὸ ἐξώτερον,
τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς
ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γάρ, καὶ οὐκ
ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ οὐκ
ἐποτίσατέ με· γυμνὸς ἤμην, καὶ οὐ πε-
ριεβάλετε με· Οὐδὲ γὰρ ἐκεῖ ὁ ἅρπαξ
ἐγκαλεῖται, ἀλλ’ ὁ ἀκοινώνητος κατα-
κρίνεται.
Ἐγὼ μὲν εἶπον, ἃ συμφέρειν ἐνό-
μιζον, σοὶ δὲ πεισθέντι μὲν πρόδηλα τὰ
ἐν ἐπαγγελίαις ἀποκείμενα ἀγαθά· πα-
ρακούσαντι δὲ γεγραμμένη ἐστὶν ἡ
ἀπειλή, ἧς εὔχομαί σε τὴν πεῖραν δια-
φυγεῖν, βελτίονα γνώμην μεταλα-
βόντα, ἵνα λύτρον σοι γένηται ὁ ἴδιος
πλοῦτος, καὶ ἐφ’ ἕτοιμα βαδίσῃς τὰ
οὐράνια ἀγαθά· χάριτι τοῦ πάντας
ἡμᾶς καλέσαντος εἰς τὴν ἑαυτοῦ βασι-
λείαν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς
αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δύο εἶναι τὰ εἴδη τῶν πειρασμῶν.
Ἢ οἱ θλίψεις βασανίζουν τὶς καρ-
διὲς ὡς χρυσὸν στὴν κάμινον, ἐλέγχοντας
διὰ τῆς ὑπομονῆς τὴν ἀκεραιότητά των, ἢ
πολλὲς φορὲς καὶ αὐτὴ ἡ ἀφθονία τῆς ζωῆς
λειτουργεῖ ὡς δοκιμαστήριο γιὰ τοὺς περισ-
σοτέρους. Διότι εἶναι ἐξ ἴσου δυσκατόρθωτο
νὰ διαφυλαχθεῖ ἡ ψυχὴ ἀνυποχώρητος στὶς
δύσκολες περιστάσεις, ἀλλὰ καὶ νὰ μὴν
ἀλαζονευθεῖ κάποιος ὅταν τὸν δοξάζουν.
Καὶ τοῦ μὲν πρώτου εἴδους τῶν πειρασμῶν
παράδειγμα εἶναι ὁ μέγας Ἰώβ, ὁ ἀκαταμά-
χητος αὐτὸς ἀθλητής, ὁ ὁποῖος ὑποδεχόμε-
νος μὲ ἀκλόνητον καρδία καὶ σταθερότητα
λογισμῶν ὅλη τὴν βία τοῦ διαβόλου ἡ ὁποία
σὰν χείμαρρος τοῦ ἐπετέθη, τόσον ἀνώτερος
ἀπὸ τοὺς πειρασμοὺς ἐφάνη, ὅσον μεγάλα
καὶ ἀνυπέρβλητα ἐφαίνοντο νὰ εἶχαν προ-
βληθεῖ ἀπὸ τὸν ἐχθρὸ τὰ ἀγωνίσματα.

Παραδείγματα δὲ τῶν πειρασμῶν ποὺ
ὀφείλονται στὴν εὐημερία τῆς ζωῆς εἶναι
καὶ ἄλλα, εἶναι ὅμως καὶ ὁ πλούσιος αὐτός,
γιὰ τὸν ὁποῖον ἠκούσαμε σήμερα νὰ ἀναγι-
νώσκεται. Αὐτὸς εἶχε μὲν πλοῦτον, ἤλπιζε
δὲ ὅτι θὰ ἀποκτήσει καὶ ἄλλον. Καὶ ὁ φι-
λάνθρωπος Θεὸς δὲν τὸν κατέκρινεν ἐξ
ἀρχῆς, ἀλλὰ τοῦ προσέθετε στὸν ὑπάρχοντα
πλοῦτο καὶ ἄλλον, μήπως τυχὸν τοῦ προκα-
λοῦσε κάποτε κορεσμόν, καὶ μὲ τὸν τρόπον
αὐτὸν ἐβοηθοῦσε τὴν ψυχήν του νὰ γίνει πιὸ
κοινωνικὴ καὶ ἥμερη. Διότι λέγει «ἀνθρώ-
που τινὸς πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ
διελογίζετο καθ’ ἑαυτόν, τί ποιήσω; Κα-
θελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκο-
δομήσω». Γιατί ὅμως εἶχαν τόσην εὐφορία
τὰ χωράφια ἑνὸς ἀνθρώπου, ὁ ὁποῖος κα-
νένα καλὸν δὲν ἐπρόκειτο νὰ κάμει μὲ τὰ
ἀγαθὰ ποὺ θὰ ἀπεκόμιζε; Γιὰ νὰ φανεῖ πε-
ρισσότερον ἡ μακροθυμία τοῦ Θεοῦ, καὶ ὅτι
ἡ καλωσύνη του φθάνει μέχρι καὶ τοῦ ση-
μείου αὐτοῦ. Διότι «βρέχει ἐπὶ δικαίους καὶ
ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονη-
ροὺς καὶ ἀγαθούς». Ἡ καλωσύνη του ὅμως
αὐτὴ ἐπισσωρεύει μεγαλυτέραν τιμωρία γιὰ
τοὺς πονηρούς. Ποτίζει μὲ τὶς βροχὲς τὴν γῆ
ποὺ καλλιεργεῖται ἀπὸ τὰ χέρια τῶν πλεο-
νεκτῶν. Ἔδωσε τὸν ἥλιο γιὰ νὰ θερμαίνει
τοὺς σπόρους καὶ νὰ πολλαπλασιάζει διὰ
τῆς εὐφορίας τοὺς καρπούς. Καὶ ὅλα ὅσα
προέρχονται ἀπὸ τὸν Θεὸν παρόμοια εἶναι.
Καταλληλότης τῆς γῆς, εὔκρατοι καταστά-
σεις τῶν ἀέρων, ἀφθονίες σπερμάτων, συν-
εργία βοῶν καὶ ὅ,τι ἄλλο βοηθεῖ στὴν
προαγωγὴ τῆς γεωργίας. Τί εἴδους ὅμως
εἶναι αὐτὰ ποὺ προέρχονται ἀπὸ τὸν
ἄνθρωπον; Ἡ πικρότης τοῦ ἤθους, ἡ μισαν-
θρωπία, ἡ δυσκολία στὸ νὰ δώσει. Αὐτὰ
ἀνταπέδωσεν ὁ ἄνθρωπος, γιὰ νὰ δείξει τὴν
εὐγνωμοσύνη του στὸν εὐεργέτην. Δὲν ἐνε-
θυμήθη τὴν κοινὴν φύση, δὲν ἐθεώρησε
ἀπαραίτητο νὰ διαμοιράσει τὸ περίσσευμά
του στοὺς πτωχούς, δὲν ἐλογάριασε καθό-
λου τὴν ἐντολὴ «μὴ ἀπόσχῃ εὖ ποιεῖν
ἐνδεῆ», καὶ «ἐλεημοσύναι καὶ πίστεις μὴ
ἐκλειπέτωσάν σε», καὶ «διάθρυπτε (νὰ δια-
μοιράζεις δηλαδὴ) πεινῶντι τὸν ἄρτον
σου». Καὶ μολονότι ὅλοι οἱ Προφῆτες καὶ
ὅλοι οἱ διδάσκαλοι τὸ διαλαλοῦν, ὅμως δὲν
εἰσηκούοντο ἀπὸ τὸν πλούσιον, ἀλλὰ οἱ μὲν
ἀποθῆκες ἐκινδύνευαν νὰ διαρραγοῦν στε-
νοχωρούμενες ἀπὸ τὸ πλῆθος τῶν ἀποθη-
κευμένων ἀγαθῶν, ἡ ἀμετάδοτος καρδία
ὅμως δὲν ἐχόρταινε. Διότι μὲ τὸ νὰ προσθέ-
τει συνεχῶς τὰ νέα στὰ παλαιά, καὶ νὰ
αὐξάνει τὴν εὐπορία μὲ τὴν συγκομιδὴ κάθε
ἔτους, περιέπεσε στὴν ἀδιέξοδον αὐτὴν
ἀμηχανίαν. Οὔτε ἐπέτρεπε δηλαδὴ νὰ ἐλατ-
τωθοῦν τὰ παλαιὰ ἐξ αἰτίας τῆς πλεονεξίας,
οὔτε ἐπαρκοῦσε νὰ ἀποθηκεύσει τὰ νέα ἐξ
αἰτίας τοῦ πλήθους τῶν. Γι’ αὐτὸ καὶ οἱ
ἰδέες του ἦσαν ἀλλεπάλληλοι καὶ οἱ φρον-
τίδες ἀνυπέρβλητοι.
 2 ͂
Τί νὰ κάμω; Ποῖος δὲν θὰ ἐλυπεῖτο
αὐτὸν ποὺ εὑρίσκεται σὲ τόσην στενοχωρία;
Ταλαίπωρος ἐνώπιον τόσο μεγάλης εὐφο-
ρίας, ἐλεεινὸς ἐμπρὸς στὰ παρόντα ἀγαθά,
ἐλεεινότερος ἐνώπιον τῶν προσδοκωμένων.
Δὲν τοῦ ἀποφέρει εἰσοδήματα ἡ γῆ. Στε-
ναγμοὶ μόνον τοῦ φυτρώνουν. Δὲν τοῦ συγ-
κεντρώνει εὐφορία καρπῶν, ἀλλὰ φροντίδες
καὶ λύπες καὶ ἀμηχανίαν φοβερά. Θρηνεῖ
ὅμοια μὲ τοὺς πτωχούς. Ἢ μήπως δὲν
ἐκβάλλει τὴν ἰδίαν φωνὴ καὶ ὁ στενοχωρού-
μενος γιὰ τὴν πτωχεία του; Τί νὰ κάμω;
Ἀπὸ ποῦ τροφές; Ἀπὸ ποῦ ἐνδύματα; Τὰ
ἴδια λέγει καὶ ὁ πλούσιος. Ἡ καρδία τοῦ
πονᾶ, ἡ μέριμνα τὸν κατατρώγει. Πράγματι,
αὐτὸ ποὺ εὐφραίνει τοὺς ἄλλους, αὐτὸ λυώ-
νει τὸν πλεονέκτη. Δὲν χαίρεται ποὺ τὰ ἔχει
ὅλα ἄφθονα καὶ στὴν διάθεσή του, ἀλλὰ
ἀντιθέτως ὁ πλοῦτος ποὺ ρέει γύρω του
κεντᾶ τὴν ψυχήν του, μήπως καθὼς ξεχειλί-
ζει ἀπὸ τὶς ἀποθῆκες χυθεῖ καὶ πρὸς τοὺς
ἔξω, καὶ γίνει ἀφορμὴ κάποιου καλοῦ γιὰ
τοὺς πτωχούς.
Καὶ μοῦ φαίνεται ὅτι τὸ πάθος τῆς
ψυχῆς αὐτοῦ ὁμοιάζει μὲ ἐκεῖνο τῶν γα-
στριμάργων, οἱ ὁποῖοι προτιμοῦν νὰ ἐκρα-
γοῦν ἀπὸ τὴν πολυφαγία παρὰ νὰ δώσουν
κάτι ἀπὸ τὰ ὑπολείματα στοὺς ἐνδεεῖς.
Συν ειδητοποίησε, ἄνθρωπε, ποιὸς σοῦ τὰ
ἔδωσε. Ἐνθυμήσου ποιὸς εἶσαι, τί διαχειρί-
ζεσαι, ἀπὸ ποῖον τὰ ἔλαβες, γιὰ ποῖον λόγον
ἐπροτιμήθης ἀπὸ τοὺς πολλούς. Ἔγινες
ὑπηρέτης τοῦ ἀγαθοῦ Θεοῦ, διαχειριστὴς
γιὰ τοὺς συναννθρώπους σου. Μὴ νομίζεις
ὅτι ὅλα ἔχουν ἑτοιμασθεῖ γιὰ τὴν κοιλία τὴν
ἰδική σου. Νὰ θεωρεῖς ὡς ξένα αὐτὰ ποὺ
ἔχεις στὰ χέρια σου. Προσωρινῶς σὲ
εὐφραίνουν, ἔπειτα ξεγλιστροῦν σὰν τὸ
νερὸ καὶ χάνονται. Θὰ ἀπαιτηθεῖ ὅμως γι’
αὐτὰ νὰ δώσεις λόγο μὲ κάθε λεπτομέρεια.
Ἀλλὰ σὺ τὰ ἔχεις ἀμπαρώσει ὅλα μὲ θύρες
καὶ μοχλούς. Καὶ ἀφοῦ τὰ ἀσφάλισες καλά,
ἐπαγρυπνεῖς μὲ τὶς φροντίδες τους, καὶ
σκέπτεσαι μέσα σου, χρησιμοποιώντας
ἀνόητον σύμβουλο τὸν ἑαυτό σου. Τί νὰ
3 ͂
κάμω; Εὔκολο ἦταν νὰ εἰπεῖς ὅτι θὰ χορ-
τάσω αὐτοὺς ποὺ πεινοῦν, θὰ ἀνοίξω τὶς
ἀποθῆκες καὶ θὰ καλέσω ὅσους ἔχουν
ἀνάγκη. Θὰ μιμηθῶ τὸν Ἰωσὴφ στὸ κή-
ρυγμα τῆς φιλανθρωπίας, θὰ εἰπῶ λόγον
μεγαλόψυχο. Ὅσοι στερεῖσθε τὸν ἄρτον
ἐλᾶτε ἐδῶ, νὰ λάβει ὁ καθένας ἀπὸ τὴν
δωρεὰ ποὺ ἔδωσε ὁ Θεός, ὡσὰν ἀπὸ κοινὴν
πηγήν, ὅσον τοῦ εἶναι ἀρκετόν. Ἀλλὰ σὺ δὲν
κάνεις ἔτσι. Τί δηλαδή; Φθονεῖς μάλιστα
τοὺς ἀνθρώπους γιὰ τὴν ἀπόλαυση τῶν
ἀγαθῶν, καὶ δημιουργεῖς μέσα στὴν ψυχή
σου πονηροὺς συλλογισμούς, φροντίζοντας
ὄχι πῶς νὰ χορηγήσεις στὸν καθένα ὅ,τι τοῦ
χρειάζεται, ἀλλὰ πῶς θὰ τὰ ἀποθηκεύσεις
ὅλα, καὶ ἔτσι θὰ ἀποστερήσεις ὅλους ἀπὸ
τὴν ὠφέλεια ποὺ θὰ εἶχαν ἀπὸ αὐτά.
Παρουσιάσθησαν ἐκεῖνοι ποὺ ἀπαι-
τοῦν τὴν ψυχήν του, καὶ ἐκεῖνος συζητοῦσε
μὲ τὴν ψυχήν του γιὰ τὰ φαγητά. Αὐτὴ τὴν
νύχτα τὸν παρελάμβαναν, καὶ αὐτὸς ἐφαν-
τάζετο πολυχρόνιο τὴν ἀπόλαυση. Τοῦ ἐπε-
τράπη ὅμως νὰ κάνει ὅλες αὐτὲς τὶς
σκέψεις καὶ νὰ ἐκδηλώσει τὴν ἐσωτερική
του διάθεση, ὥστε νὰ δεχθεῖ ἀπόφασιν ἀνά-
λογον μὲ τὴν προαίρεσή του.
Αὐτὸ ὅμως μὴν τὸ πάθεις ἐσύ. Γι’
αὐτὸν ἀκριβῶς τὸν λόγον ἔχει γραφεῖ. Γιὰ
νὰ ἀποφύγωμε τὴν ἐξομοίωση μὲ ἐκεῖνον.
Τὴν γῆ νὰ μιμηθεῖς, ὦ ἄνθρωπε. Νὰ καρπο-
φορήσεις ὅπως ἐκείνη, μὴ φανεῖς κατώτερος
ἀπὸ αὐτὴν ποὺ δὲν ἔχει ψυχήν. Ἐκείνη
λοιπὸν ἐκτρέφει τοὺς καρποὺς ὄχι γιὰ ἰδι-
κήν της ἀπόλαυσιν, ἀλλὰ γιὰ νὰ ὑπηρετήσει
ἐσένα. Ἐνῶ σὺ τὸν καρπὸ τῆς ἀγαθοεργίας
σου γιὰ τὸν ἑαυτόν σου τὸν συγκεντρώνεις.
Διότι οἱ δωρεὲς τῶν ἀγαθῶν ἔργων ἐπιστρέ-
φουν στοὺς δωρητάς. Ἔδωσες στὸν πεινα-
σμένον; Αὐτὸ ποὺ ἐδόθη γίνεται ἰδικό σου,
καὶ μάλιστα ἐπανέρχεται ἐπηυξημένον.
Ὅπως ἀκριβῶς ὁ σίτος, ὅταν πέσει στὴν γῆ
γίνεται κέρδος γιὰ τὸν σπορέα, ἔτσι καὶ ὁ
ἄρτος ποὺ κατετέθη στὸν πεινασμένον,
ἀποδίδει ὕστερα μεγάλον κέρδος. Ἂς σοῦ
γίνει λοιπὸν τὸ τέλος τῆς γεωργίας ἀρχὴ τῆς
 4 ͂
ἐπουρανίου σπορᾶς, διότι λέγει «σπείρατε
ἑαυτοῖς εἰς δικαιοσύνην». Γιατί λοιπὸν ἀδη-
μονεῖς, γιατί κόπτεσαι, ἀγωνιζόμενος νὰ πε-
ρικλείσεις τὸν πλοῦτο μὲ πηλὸ καὶ
πλίνθους; «Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ
πλοῦτον πολύν».
Ἐὰν ὅμως θαυμάζεις τὰ χρήματα γιὰ
τὴν δόξα ποὺ ἀπολαμβάνεις χάριν αὐτῶν,
σκέψου πόσον περισσοτέραν δόξα σου προ-
ξενεῖ τὸ νὰ ἀποκαλεῖσαι μυρίων τέκνων πα-
τέρας, παρὰ νὰ ἔχεις μυρίους στατῆρες στὸ
βαλάντιόν σου, διότι τὰ χρήματα θὰ τὰ
ἐγκαταλείψεις ἐδῶ καὶ χωρὶς νὰ τὸ θέλεις,
ἐνῶ τὴν ὑπόληψη γιὰ τὰ καλὰ ἔργα θὰ τὴν
προσκομίσεις στὸν Δεσπότην, ὅταν ὁλόκλη-
ρος λαὸς θὰ σὲ περικυκλώσει ἐνώπιον τοῦ
κοινοῦ Κριτοῦ, καὶ θὰ σὲ ἀποκαλοῦν τρο-
φέα καὶ εὐεργέτην καὶ μὲ ὅλα τὰ ὀνόματα
τῆς φιλανθρωπίας. Δὲν βλέπεις αὐτοὺς ποὺ
διαθέτουν μέσα στὰ ἀμφιθέατρα τὸν
πλοῦτο τους πρὸς τοὺς ἀθλητὰς τοῦ παγ-
κρατίου, καὶ στοὺς ἠθοποιούς, καὶ σὲ ὁρι-
σμένους θηριομάχους ἀνθρώπους, τοὺς
ὁποίους θὰ σιχαίνετο κανεὶς καὶ νὰ τοὺς
ἀντικρύσει, καὶ αὐτὸ γιὰ τὴν τιμὴ τῆς
στιγμῆς καὶ γιὰ τὶς ζητωκραυγὲς καὶ τὰ χει-
ροκροτήματα τοῦ λαοῦ; Καὶ σὺ ποὺ μέλλεις
νὰ ἀπολαύσεις τόσην μεγάλη δόξαν, εἶσαι
τόσο μικροπρεπής, ὅταν πρόκειται γιὰ πα-
ρόμοιες δαπάνες; Ὁ Θεὸς θὰ εἶναι αὐτὸς
ποὺ θὰ σὲ ὑποδεχθεῖ, ἄγγελοι θὰ σὲ ἐπευ-
φημοῦν, ὅλοι οἱ ἄνθρωποι ἀπὸ κτίσεως κό-
σμου θὰ σὲ μακαρίζουν. Δόξα αἰώνιος,
στέφανος δικαιοσύνης, βασιλεία τῶν
οὐρανῶν θὰ εἶναι γιὰ σὲ τὰ ἔπαθλα τῆς
καλῆς διαχειρίσεως τῶν φθαρτῶν αὐτῶν
πραγμάτων. Ὅμως γιὰ κανένα ἀπὸ αὐτὰ
δὲν φροντίζεις, ἀφοῦ ἡ μέριμνά σου γιὰ τὰ
παρόντα σὲ ἔκαμε νὰ περιφρονεῖς τὰ ἐλπι-
ζόμενα ἀγαθά. Ἐμπρὸς λοιπόν, διάθεσε τὸν
πλοῦτο ποικιλοτρόπως, γίνε φιλότιμος καὶ
λαμπρός, ὅσον ἀφορᾶ στὶς δαπάνες γι’
αὐτοὺς ποὺ ἔχουν ἀνάγκην. Ἂς λεχθεῖ καὶ
γιὰ σέ: «Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν,
ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα».
Μὴν αὐξάνεις τὶς τιμὲς ἐκμεταλλευόμενος
 5 ͂
τὶς ἀνάγκες τῶν ἄλλων. Μὴ περιμένεις πότε
θὰ ὑπάρξει ἔλλειψις σίτου γιὰ νὰ ἀνοίξεις
τὶς σιταποθῆκες. «Ὁ γὰρ τιμιουλκῶν (ποὺ
αὐξάνει δηλαδὴ τὴν τιμὴ) σίτον, δημοκατά-
ρατος». Μὴν περιμένεις λιμοκτονία γιὰ νὰ
κερδίσεις χρυσόν, οὔτε κοινὴν στέρηση γιὰ
νὰ πλουτίσεις ὁ ἴδιος. Μὴ καπηλευθεῖς
ἀνθρώπινες συμφορές, μὴν ἐκμεταλλευθεῖς
τὴν ὀργὴν αὐτὴν τοῦ Θεοῦ γιὰ νὰ ἀποκτή-
σεις χρηματικὴν περιουσία. Μὴν ἐρεθίσεις
τὰ τραύματα ἐκείνων ποὺ ἔχουν πληγωθεῖ
ἀπὸ τὶς μάστιγες. Σὺ ὅμως ἀποβλέπεις στὸ
χρῆμα, καὶ στὸν ἀδελφὸ δὲν προσβλέπεις.
Καὶ γνωρίζεις μὲν τὴν σημασία ποὺ ἔχει τὸ
χάραγμα τοῦ κάθε νομίσματος, καὶ ξεχωρί-
ζεις τὸ γνήσιον ἀπὸ τὸ πλαστόν, ἀγνοεῖς
ὅμως ἐντελῶς τὸν ἀδελφὸ στὴν ὥρα τῆς
ἀνάγκης. Καὶ σὲ ὑπερευχαριστεῖ μὲν τὸ
ὡραῖο χρῶμα τοῦ χρυσοῦ, δὲν ὑπολογίζεις
ὅμως πόσο σὲ ἐπυβαρύνει ὁ στεναγμὸς τοῦ
πτωχοῦ. Πῶς νὰ σοῦ κάμω γνωστὰ τὰ βά-
σανά του; Ἐκεῖνος, ἀφοῦ παρατηρήσει τὰ
ὅσα ὑπάρχουν μέσα στὸν οἶκο του, βλέπει
ὅτι ὁ μὲν χρυσὸς οὔτε ὑπάρχει, οὔτε πρό-
κειται νὰ ὑπάρξει ποτέ. Τὰ σκεύη δὲ καὶ τὸ
ἔνδυμά του εἶναι τοιαῦτα, ὥστε ἂν κάποιος
πτωχὸς θελήσει νὰ τὰ ἀποκτήσει, ἀξίζουν
ὅλα μαζὶ ὀλίγους ὀβολούς. Τί λοιπόν; Στρέ-
φει τώρα τὸ βλέμμα στὰ παιδιά του γιὰ νὰ
ὁδηγήσει αὐτὰ στὴν ἀγορά, καὶ νὰ εὕρει
ἀπὸ ἐκεῖ ἀνακούφισιν ἀπὸ τὸν θάνατον.
Ἀναλογίσου ἐδῶ τί ἀγώνας γίνεται με-
ταξὺ τῆς ἀνάγκης ποὺ δημιουργεῖ ἡ πείνα
καὶ τῆς πατρικῆς στοργῆς. Ἡ πείνα ἀπειλεῖ
μὲ τὸν πιὸ οἰκτρὸν θάνατον, ἐνῶ ἡ φύσις τὸν
ὠθεῖ νὰ ἀποθάνει μαζὶ μὲ τὰ τέκνα του.
Καὶ ἀφοῦ πολλὲς φορὲς ὅρμησε νὰ τὸ
πραγματοποιήσει καὶ ἄλλες τόσες ὀπισθο-
χώρησε, τελικῶς ὑπέκυψε, ἀφοῦ τὸν ἐξε-
βίασε τόσον ἀμείλικτα ἡ ἀνάγκη. Καὶ τί
συλλογίζεται τώρα ὁ πατέρας; Ποῖον νὰ θυ-
σιάσω πρῶτον; Ποῖον θὰ ἰδεῖ μὲ εὐχαρίστη-
σιν ὁ σιτοπώλης; Νὰ ἔλθω στὸν
μεγαλύτερον; Ἐντρέπομαι ὅμως τὰ πρε-
σβεῖα του. Ἀλλὰ τὸν μικρό μου; Λυποῦμαι
ὅμως τὴν ἡλικία του, ποὺ δὲν γνωρίζει ἀπὸ
 6 ͂
συμφορές. Ὁ ἕνας ἔχει φανερὰ τὰ χαρακτη-
ριστικὰ τῶν γονέων του, ὁ ἄλλος ἔχει καλὴν
ἐπίδοση στὰ μαθήματα. Ἀλλοίμονο, τί ἀδιέ-
ξοδο; Τί θὰ γίνω; Ποῖον θὰ ἀδικήσω; Ποίου
θηρίου τὴν καρδία νὰ ἀναλάβω; Πῶς νὰ λη-
σμονήσω τὴν φύση; Ἐὰν τοὺς κρατήσω
ὅλους, θὰ τοὺς ἰδῶ ὅλους νὰ ἀφανίζωνται
ἀπὸ τὴν πείνα. Ἐὰν διαθέσω πρὸς ἀνταλ-
λαγὴν τὸν ἕνα, μὲ ποίους ὀφθαλμοὺς θὰ
ἀντικρύσω τοὺς ὑπολοίπους, ἀφοῦ ἤδη θὰ
μὲ ὑποπτεύωνται γιὰ ἔλλειψιν ἐμπιστοσύ-
νης; Πῶς θὰ κατοικῶ ἐδῶ μέσα, ἀφοῦ μόνος
μου κατέστησα τὸν ἑαυτόν μου ἄτεκνο;
Πῶς θὰ πλησιάσω σὲ τραπέζι ποὺ θὰ ἔχει
γεμίσει μὲ τὸν τρόπον αὐτόν;
Καὶ αὐτὸς μὲν ἔρχεται μὲ ἄφθονα δά-
κρυα νὰ πωλήσει τὸ πιὸ ἀγαπημένο ἀπὸ τὰ
παιδιά του, σὺ ὅμως δὲν λυγίζεις ἀπὸ τὴν
συμφοράν, οὔτε ἀναλογίζεσαι τὴν φύσιν.
Ἀλλὰ ἐνῶ λιμοκτονία συνθλίβει τὸν ταλαί-
πωρο, σὺ ἀναβάλλεις καὶ εἰρωνεύεσαι, καὶ
ἔτσι τοῦ κάνεις διαρκεστέρα τὴν συμφορά.
Καὶ αὐτὸς μὲν προσφέρει τὰ σπλάχνα του
ὡς ἀντίτιμο τῶν τροφῶν, τὸ ἰδικό σου ὅμως
χέρι δὲν ξηραίνεται ὑποδεχόμενο τιμήματα
τοιούτων συμφορῶν, ἀλλὰ καὶ ἀγωνίζεσαι
γιὰ περισσότερον κέρδος. Φιλονικεῖς γιὰ νὰ
λάβεις ὅσο τὸ δυνατὸν περισσότερα καὶ νὰ
δώσεις ὀλιγότερα, ἐπιβαρύνοντας μὲ κάθε
τρόπο τὴν συμφορὰν αὐτοῦ τοῦ δυστυχοῦς.
Οὔτε τὰ δάκρυα τοῦ πόνου οὔτε ὁ στε-
ναγμὸς σοῦ μαλακώνουν τὴν καρδίαν, ἀλλὰ
μένεις ἄκαμπτος καὶ ἀμείλικτος. Ὅλα τὰ
βλέπεις ὡς χρυσά, τὰ φαντάζεσαι ὅλα
χρυσά, αὐτὸ εἶναι τὸ ὄνειρό σου, ὅταν
κοιμᾶσαι, αὐτὴ ἡ ἔννοια σου, ὅταν ξυπνᾶς.
Ὅπως ἀκριβῶς οἱ μανιακοὶ δὲν βλέπουν τὰ
ἴδια τὰ πράγματα, ἀλλὰ φαντάζονται αὐτὰ
ποὺ τοὺς ὑπαγορεύει τὸ πάθος, ἔτσι καὶ ἡ
δική σου ψυχή, ποὺ ἔχει κυριευθεῖ ἀπὸ τὴν
φιλοχρηματία, τὰ βλέπει ὅλα ὡς χρυσὸν καὶ
ὡς ἄργυρον. Πιὸ εὐχαρίστως θὰ ἔβλεπες
τὸν χρυσὸ παρὰ τὸν ἥλιον. Εὔχεσαι ὅλα νὰ
μετατραποῦν σὲ χρυσάφι, καὶ εὑρίσκεις βέ-
βαια τρόπους νὰ τὸ κατορθώσεις ὅσον σοῦ
εἶναι δυνατόν.
 7 ͂
Κι ἄλλωστε τί δὲν μηχανεύεσαι γιὰ νὰ
ἀποκτήσεις χρυσόν; Ὁ σίτος σοῦ γίνεται
χρυσός, ὁ οἶνος στερεοποιεῖται καὶ γίνεται
χρυσός, τὸ μαλλὶ γιὰ σένα γίνεται χρυσός,
κάθε ἐμπορικὴ συναλλαγή, κάθε νέα ἰδέα
χρυσὸν σοῦ ἀποφέρει. Ὁ ἴδιος ὁ χρυσὸς
ἄλλον χρυσὸ γεννᾶ, ἀφοῦ πολλαπλασιάζε-
ται μὲ τὰ δάνεια ποὺ δίδεις, καὶ ὅμως δὲν
χορταίνεις, ἡ ἐπιθυμία δὲν εὑρίσκει τέλος.
Στὰ λαίμαργα παιδιὰ πολλὲς φορὲς
ἐπιτρέπουμε ἀφειδῶς νὰ τρώγουν ὅσον καὶ
ὅ,τι ἐπιθυμοῦν, ὥστε μὲ τὸν ὑπερβολικὸν
χορτασμό, νὰ τοὺς προκαλέσουμε ἀπο-
στροφή. Μὲ τὸν πλεονέκτην ὅμως δὲν συμ-
βαίνει τὸ ἴδιο, ἀλλὰ ὅσον περισσότερα
ἀποκτᾶ, τόσον πιὸ πολλὰ ἐπιθυμεῖ.
«Πλοῦτος ἐὰν ρέῃ, μὴ προστίθεσθε (μὴν
προσκολλᾶτε δηλαδὴ) τὴν καρδίαν». Σὺ
ὅμως κρατεῖς τὸν πλοῦτο ποὺ συνεχῶς
αὐξάνεται, καὶ περιφράσσεις ὅλες τὶς διε-
ξόδους. Ἔπειτα μὲ τὸ νὰ κρατῆται καὶ νὰ
λιμνάζει, τί σοῦ προξενεῖ; Ἀχρηστεύει τὶς
ἀσφάλειες, καὶ μάλιστα βιαίως τώρα ποὺ
ἔχει ἀμπαρωθεῖ, καὶ πλημμυρίζει. Κατα-
στρέφει τὶς ἀποθῆκες τοῦ πλουσίου, κατε-
δαφίζει τὰ χρηματοκιβώτια, ὡσὰν νὰ
ἐπέδραμε κάποιος ἐχθρός. Ἀλλὰ θὰ οἰκοδο-
μήσει μεγαλύτερες; Ἀμφίβολον εἶναι ἐὰν
καὶ αὐτὲς δὲν τὶς παραδώσει στὸν κληρο-
νόμο του κρημνισμένες. Διότι εἶναι δυνατὸν
γρηγορότερα νὰ ἐγκαταλείψει αὐτὸς τὴν
παροῦσα ζωήν, παρὰ νὰ χτισθοῦν ἐκεῖνες
σύμφωνα μὲ τὰ σχέδια τῆς πλεονεξίας.
Ἀλλὰ ἐκείνου μὲν τὸ τέλος εἶναι ἀνά-
λογον μὲ τοὺς κακοὺς σχεδιασμούς του.
Σεῖς ὅμως, ἐὰν μοῦ ἔχετε ἐμπιστοσύνην,
ἀνοῖξτε ὅλες τὶς θύρες τῶν χρηματοκιβω-
τίων, καὶ ἀφῆστε νὰ ρέει ἄφθονος ὁ
πλοῦτος. Ὅπως σὲ ἕνα μεγάλο ποτάμι ποὺ
διοχετεύεται μὲ πολυάριθμα κανάλια στὴν
πολύκαρπο γῆ, ἔτσι καὶ σεῖς ἀφῆστε τὸν
πλοῦτο νὰ διαμοιρασθεῖ μέσα ἀπὸ διαφό-
ρους δρόμους στὶς οἰκίες τῶν πτωχῶν. Τὰ
πηγάδια, ὅταν ἀντλοῦνται, δίδουν ἀφθονώ-
τερο νερό, ἐνῶ ὅταν ἐγκαταλείπωνται σα-
πίζουν καὶ στερεύουν. Ὁμοίως καὶ ὁ
 8 ͂
πλοῦτος, ὅταν μένει στάσιμος, εἶναι ἄχρη-
στος, ἐνῶ ὅταν κινεῖται καὶ μεταδίδεται γί-
νεται κοινωφελὴς καὶ καρποφόρος. Ὤ,
πόσο μεγάλος θὰ εἶναι ὁ ἔπαινος ἀπὸ τοὺς
εὐεργετουμένους! Μὴν τὸν καταφρονήσεις.
Καὶ πόσο μεγάλος ὁ μισθὸς ἀπὸ τὸν δίκαιον
Κριτήν! Πρόσεξε, μὴν ἀπιστήσεις. Πάντοτε
νὰ σὲ συντροφεύει τὸ παράδειγμα τοῦ κα-
τηγορουμένου πλουσίου. Αὐτός, μὲ τὸ νὰ
φυλάσσει τὰ παρόντα καὶ νὰ ἀγωνιᾶ γιὰ τὰ
ἐλπιζόμενα, καὶ ἐνῶ ἀγνοεῖ ἐὰν αὔριο θὰ
ζεῖ, ἁμαρτάνει ἀπὸ τὴν σημερινὴν ἡμέρα με-
ριμνώντας γιὰ τὴν αὐριανήν. Ἀκόμη δὲν
ἦλθεν ὁ ζητιάνος καὶ προκαταβολικῶς ἐδεί-
κνυε τὴν ἀγριότητα. Δὲν συνέλεξε ἀκόμη
τοὺς καρπούς, καὶ εἶχεν ἤδη τὸ κατάκριμα
τῆς πλεονεξίας. Ἡ γῆ μὲν ἐχαιρέτιζε μὲ τὰ
προϊόντα της. Προεφανέρωνε βαθὺ τὸ ρί-
ζωμα τοῦ σπαρμένου σίτου, ἐπαρουσίαζε
πλούσια τὰ σταφύλια ἐπάνω στὰ κλήματα,
παρεῖχε τὴν ἐλαία κατάφορτη ἀπὸ καρ-
πούς, καὶ ὑποσχόταν κάθε τρυφὴν ἀπὸ τὰ
καρποφόρα δένδρα. Ἐκεῖνος ὅμως ἀνίκανος
γιὰ κάθε καλὸ καὶ ἄκαρπος. Ἐνῶ ἀκόμη
δὲν τὰ εἶχε, φθονοῦσε ἤδη αὐτοὺς ποὺ τὰ
ἔχουν ἀνάγκη, μολονότι ὑπάρχουν τόσοι
κίνδυνοι ἀπὸ τὴν συγκομιδὴν τῶν καρπῶν,
διότι καὶ τὸ χαλάζι τσακίζει καὶ ὁ καύσω-
νας ἁρπάζει μέσα ἀπὸ τὰ χέρια καὶ βροχὴ
ποὺ διαφεύγει παράκαιρα ἀπὸ τὰ σύννεφα
ἀφανίζει τοὺς καρπούς. Ἐσὺ λοιπὸν ἀντὶ νὰ
προσεύχεσαι στὸν Κύριο νὰ ὁλοκληρωθεῖ ἡ
δωρεά, καθιστᾶς ἐκ τῶν προτέρων ἀνάξιον
τὸν ἑαυτόν σου νὰ ὑποδεχθεῖς αὐτὰ πού
σοῦ ἐδείχθησαν.
Καὶ σὺ μὲν συνομιλεῖς κρυφὰ μὲ τὸν
ἑαυτόν σου, τὰ λόγια σου ὅμως αὐτὰ ἐλέγ-
χονται στὸν οὐρανό. Γι’ αὐτὸ ἀπὸ ἐκεῖ σοῦ
ἔρχονται οἱ ἀπαντήσεις. Ποῖα εἶναι ὅμως
αὐτὰ ποὺ λέγει; «Ψυχή, ἔχεις πολλὰ ἀγαθὰ
ἀποκείμενα. Φάγε, πίε, εὐφραίνου καθ’
ἡμέραν». Ὤ, τί παραλογισμός. Ἐὰν εἶχες
ψυχὴν χοίρου, τί ἄλλο καλλίτερο θὰ ἠμπο-
ροῦσες νὰ τῆς εὐαγγελισθεῖς; Τόσον κτηνώ-
δης εἶσαι, τόσον ἀναίσθητος γιὰ τὰ ἀγαθὰ
τῆς ψυχῆς, ὥστε νὰ τῆς προσφέρεις γιὰ νὰ
9 ͂
τὴν περιποιηθεῖς βρώματα τῆς σαρκός;
Αὐτὰ ποὺ προορίζονται γιὰ τὸν ἀφεδρώνα,
ἐσὺ τὰ παραπέμπεις στὴν ψυχή; Ἐὰν μὲν
ἔχει ἀρετήν, ἐὰν εἶναι πλήρης ἀγαθῶν
ἔργων, ἐὰν ἔχει προσοικειωθεῖ τὸν Θεόν,
ἔχει πολλὰ ἀγαθά, καὶ ἂς εὐφραίνεται μὲ
τὴν καλὴν εὐφροσύνην τῆς ψυχῆς. Ἐπειδὴ
ὅμως τὸ φρόνημά σου εἶναι γήινο καὶ ἔχεις
θεὸν τὴν κοιλία καὶ εἶσαι ὅλος σάρκινος,
ὑποδουλωμένος στὰ πάθη, ἄκουε τὴν προσ-
ωνυμία ποὺ σοῦ ἁρμόζει, τὴν ὁποία δὲν σο
τὴν ἔδωσε κάποιος ἄνθρωπος, ἀλλὰ ὁ ἴδιος
ὁ Κύριος.
«Ἄφρον, ταύτη τῇ νυκτὶ τὴν ψυχήν
σου ἀπαιτοῦσιν ἀπὸ σοῦ. Ἃ δὲ ἡτοίμασας,
τίνι ἔσται;». Ἡ γελοιοποίησις τῆς ἀπερισκε-
ψίας εἶναι κακὸν μεγαλύτερον ἀπὸ τὴν
αἰώνιον κόλαση. Αὐτὸς ποὺ πρόκειται ἐντὸς
ὀλίγου νὰ ἁρπαγεῖ ἀπὸ τὴν ζωὴν αὐτή, τί
συλλογίζεται; «Καθελῶ μου τὰς ἀποθήκας
καὶ μείζονας οἰκοδομήσω». Πολὺ καλὰ κά-
μνεις, θὰ ἠμποροῦσα νὰ τοῦ εἰπῶ. Ἀξίζει
πράγματι νὰ καταστραφοῦν τὰ ταμεῖα τῆς
ἀδικίας. Κατεδάφισε μὲ τὰ ἴδια σου τὰ
χέρια ἐκεῖνα ποὺ κακῶς ἔχεις οἰκοδομήσει.
Ἰσοπέδωσε τὶς σιταποθῆκες, ἀπὸ τὶς ὁποῖες
ποτὲ κανεὶς δὲν ἔφυγε παρηγορημένος.
Ἐξαφάνισε κάθε οἴκημα ποὺ ἀσφαλίζει τὴν
πλεονεξίαν, ἀπομάκρυνε τὴν στέγην, γκρέ-
μισε τοὺς τοίχους, δεῖξε στὸν ἥλιο τὸν μου-
χλιασμένον σίτο, βγάλε ἀπὸ τὴν φυλακὴ τὸν
δεσμευμένον πλοῦτο, φέρε στὸ φῶς τὰ σκο-
τεινὰ καταγώγια τοῦ μαμωνᾶ. «Καθελῶ
μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδο-
μήσω». Ἐὰν ὅμως καὶ αὐτὲς τὶς γεμίσεις, τί
ἄλλο ἄραγε θὰ διανοηθεῖς; Ἢ μήπως θὰ τὶς
καταστρέψεις καὶ πάλι θὰ τὶς οἰκοδομήσεις;
Καὶ τί εἶναι πιὸ ἀνόητον ἀπὸ αὐτά, νὰ κο-
πιάζεις ἀδιάκοπα, νὰ βιάζεσαι νὰ οἰκοδο-
μήσεις, καὶ νὰ τὰ καταστρέφεις πάλι μὲ
βιασύνην; Ἐὰν θέλεις, ἔχεις ἀποθῆκες, τὶς
οἰκίες τῶν πτωχῶν. Θησαύρισε γιὰ τὸν ἑαυ-
τόν σου θησαυρὸ στὸν οὐρανόν. Αὐτὰ ποὺ
ἐναποτίθενται ἐκεῖ οὔτε ὁ σκόρος τὰ κατα-
τρώγει οὔτε ἡ σῆψις τὰ ἀφανίζει οὔτε τὰ
κλέπτουν οἱ λησταί.

Ἀλλὰ θὰ δώσω σὲ αὐτοὺς ποὺ ἔχουν
ἀνάγκη, ὅταν γεμίσω τὶς δεύτερες ἀπο –
θῆκες. Ἔχεις ἐξασφαλίσει λοιπὸν τὴν μα-
κροζωία. Κοίταξε μὴ σὲ προλάβει αὐτὸς
ποὺ ἐπείγεται νὰ σὲ παραλάβει λόγῳ προ-
θεσμίας. Ἡ ὑπόσχεσις αὐτὴ ἀποδεικνύει
πονηρίαν καὶ ὄχι καλωσύνην. Διότι ὑπόσχε-
σαι ὄχι γιὰ νὰ δώσεις κατόπιν, ἀλλὰ γιὰ νὰ
ἀποφύγεις τὸ παρόν. Τί σὲ ἐμποδίζει νὰ τὰ
δώσεις τώρα; Δὲν ἔχεις τὸν πτωχὸν ἐνώπιόν
σου; Δὲν εἶναι πλήρεις οἱ ἀποθῆκες; Καὶ ὁ
μισθὸς δὲν εἶναι ἕτοιμος; Δὲν εἶναι ξεκά-
θαρη ἡ ἐντολή; Ὁ πεινασμένος λιώνει, ὁ
γυμνὸς παγώνει, ὁ ὀφειλέτης ἄγχεται, καὶ
σὺ ἀναβάλλεις τὴν ἐλεημοσύνην γιὰ τὴν
ἐπαύριον; Ἄκου τὸν Σολομώντα: «Μὴ
εἴπῃς, ἐπανελθὼν ἐπάνηκε (πήγαινε καὶ ξα-
ναγύρισε δηλαδή), αὔριον δώσω… οὐ γὰρ
οἶδα τί τέξεται ἡ ἐπιοῦσα». Τί παραγγέλ-
ματα περιφρονεῖς φράζοντας τὰ ὦτα σου
μὲ τὴν φιλαργυρία; Πόσην εὐγνωμοσύνην
ἔπρεπε νὰ χρεωστᾶ στὸν εὐεργέτη, καὶ νὰ
εἶσαι χαρούμενος καὶ νὰ λαμπρύνεσαι μὲ
τὴν τιμήν, διότι ὁ ἴδιος δὲν ἐνοχλεῖς τὶς
θύρες τῶν ἄλλων, ἀλλὰ ἐκεῖνοι κρούουν τὶς
ἰδικές σου; Τώρα ὅμως εἶσαι κατηφὴς καὶ
ἀμίλητος, ἀποφεύγεις τὶς συναντήσεις, μὴ
τυχὸν ἀναγκασθεῖς νὰ βγάλεις ἔστω καὶ τὸ
παραμικρὸν ἀπὸ τὰ χέρια σου. Ἕνα λόγο
γνωρίζεις. Δὲν ἔχω, δὲν θὰ δώσω, εἶμαι
πτωχός. Εἶσαι πράγματι πτωχὸς καὶ στερη-
μένος ἀπὸ κάθε ἀγαθόν. Πτωχὸς ἀπὸ
ἀγάπη, πτωχὸς ἀπὸ φιλανθρωπία, πτωχὸς
ἀπὸ πίστη στὸν Θεόν, πτωχὸς ἀπὸ ἐλπίδα
αἰωνία. Κάμε συμμετόχους στὰ τρόφιμα
τοὺς ἀδελφούς σου. Ἐκεῖνο ποὺ αὔριο σα-
πίζει, δῶσε τὸ σήμερα σ’ αὐτὸν ποὺ τὸ στε-
ρεῖται. Ἡ χειροτέρα μορφὴ πλεονεξίας εἶναι
τὸ νὰ μὴ δίδει κάποιος στοὺς ἐνδεεῖς οὔτε
ἀπὸ τὰ φθειρόμενα.
Καὶ ποῖον, λέγει, ἀδικῶ, μὲ τὸ νὰ
κρατῶ γιὰ τὸν ἑαυτόν μου αὐτὰ ποὺ μοῦ
ἀνήκουν; Ποῖα, εἰπέ μου, εἶναι αὐτὰ ποὺ
σοῦ ἀνήκουν; Ἀπὸ ποῦ τὰ ἔλαβες, καὶ τὰ
ἔφερες στὴν ζωὴν αὐτήν; Ὅπως ἀκριβῶς
κάποιος ποὺ εὑρίσκει στὸ θέατρο θέση μὲ

καλὴν θέαν, ἐμποδίζει ἔπειτα τοὺς εἰσερχο-
μένους, θεωρώντας ὡς ἰδικό του αὐτὸ ποὺ
προορίζεται γιὰ χρῆσιν κοινήν, ἔτσι εἶναι
καὶ οἱ πλούσιοι. Ἀφοῦ ἐκυρίευσαν ἐκ τῶν
προτέρων τὰ κοινὰ ἀγαθά, τὰ ἰδιοποιοῦνται
ἁπλῶς ἐπειδὴ τὰ ἐπρόλαβαν. Ἐὰν ὁ καθέ-
νας ἐκρατοῦσε ἐκεῖνο ποὺ ἀρκεῖ γιὰ τὴν
ἱκανοποίηση τῶν ἀναγκῶν του, καὶ ἄφηνε
τὸ περίσσευμα σ’ αὐτὸν ποὺ τὸ χρειάζεται,
κανεὶς δὲν θὰ ἦταν πλούσιος, ἀλλὰ καὶ κα-
νεὶς πτωχός. Γυμνὸς δὲν ἐξῆλθες ἀπὸ τὴν
κοιλία τῆς μητέρας σου; Πάλι γυμνὸς δὲν
θὰ ἐπιστρέψεις στὴν γῆ; Τὰ παρόντα λοιπὸν
ἀπὸ ποῦ τὰ ἔχεις; Ἐὰν μὲν λέγεις ὅτι μόνα
τους ἦλθαν, εἶσαι ἄθεος, ἀφοῦ δὲν ἀναγνω-
ρίζεις τὸν δημιουργόν, οὔτε εὐχαριστεῖς τὸν
Σωτήρα. Ἐὰν ὅμως ὁμολογεῖς ὅτι εἶναι ἀπὸ
τὸν Θεόν, εἰπέ μας τὸν λόγο γιὰ τὸν ὁποῖον
τὰ ἔλαβες. Μήπως ὁ Θεὸς ποὺ διανέμει
ἄνισα τὰ βιοτικά, εἶναι ἄδικος; Γιατί ἐνῶ
σὺ πλουτεῖς, ἐκεῖνος εἶναι πτωχός; Γιὰ κα-
νέναν ἄλλο λόγο, παρὰ γιὰ νὰ λάβεις ἐσὺ
τὸν μισθὸν τῆς καλοσύνης καὶ τῆς καλῆς
διαχειρίσεως, καὶ ἐκεῖνος νὰ τιμηθεῖ μὲ τὰ
μεγάλα ἔπαθλα τῆς ὑπομονῆς. Σὺ ὅμως
ἀφοῦ τὰ περιέλαβες ὅλα στὴν ἀχόρταγον
ἀγκάλη τῆς πλεονεξίας, νομίζεις ὅτι κανέ-
ναν δὲν ἀδικεῖς, ὅταν ἀποστερεῖς τόσους
πολλούς; Ποῖος εἶναι ὁ πλεονέκτης; Αὐτὸς
ποὺ δὲν μένει στὴν αὐτάρκεια. Ποῖος εἶναι
ὁ ἅρπαγας; Αὐτὸς ποὺ ἀφαιρεῖ ὅσα ἀνή-
κουν στὸν καθένα. Καὶ σὺ δὲν εἶσαι πλεο-
νέκτης; Δὲν εἶσαι ἅρπαγας, ὅταν αὐτὰ ποὺ
ἐδέχθης γιὰ νὰ τὰ διαχειρισθεῖς, αὐτὰ σὺ τὰ
ἰδιοποιεῖσαι; Ἢ θὰ ὀνομασθεῖ λωποδύτης
ἐκεῖνος ποὺ ἀπογυμνώνει τὸν ἐνδεδυμένον,
αὐτὸς δὲ ποὺ δὲν ἐνδύει τὸν γυμνόν, ἐνῶ
ἠμπορεῖ νὰ τὸ κάμει, ἀξίζει νὰ ὀνομασθεῖ
ἀλλιῶς; Ὁ ἄρτος ποὺ κρατᾶς ἐσὺ ἀνήκει σ’
αὐτὸν ποὺ πεινᾶ, τὸ ἔνδυμα ποὺ σὺ φυλάσ-
σεις στὶς ἀποθῆκες ἀνήκει στὸν γυμνόν, τὸ
ὑπόδημα ποὺ σὺ ἀφήνεις νὰ σαπίσει ἀνήκει
στὸν ἀνυπόδητον. Τὸ χρῆμα ποὺ ἔχεις ἐσὺ
κρυμμένο ἀνήκει σ’ αὐτὸν ποὺ τὸ χρειάζε-
ται. Ὥστε ἀδικεῖς τόσους, ὅσους ἠμπο-
ροῦσες νὰ εὐεργετήσεις.

Καλὰ τὰ λόγια, λέγει, ἀλλὰ καλλίτε-
ρος ὁ χρυσός. Ὅπως δηλαδὴ συμβαίνει μὲ
αὐτοὺς ποὺ συζητοῦν μὲ τοὺς ἀκολάστους
περὶ ἐγκρατείας. Πράγματι καὶ ἐκεῖνοι,
ὅταν ἐξυβρίζεται ἡ πόρνη, φλέγονται πρὸς
τὴν ἐπιθυμία, μόνον μὲ τὴν ἐνθύμηση. Πῶς
νὰ σοῦ καταστήσω γνωστὰ τὰ βάσανα τοῦ
πτωχοῦ, ὥστε νὰ μάθεις πόσο μεγάλοι στε-
ναγμοὶ εὑρίσκονται πίσω ἀπὸ τοὺς θησαυ-
ρούς σου; Ὤ, πόσον ποθητὸς θὰ σοῦ φανεῖ
κατὰ τὴν ἡμέρα τῆς κρίσεως ὁ λόγος αὐτός:
«Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου κλη-
ρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασι-
λείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα
γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν. Ἐδίψησα καὶ
ἐποτίσατέ με, γυμνὸς ἤμην καὶ περιεβάλετέ
με». Ἀλλὰ πόσον μεγάλη φρίκη καὶ ἱδρώτας
καὶ σκοταδισμὸς θὰ σοῦ προκληθοῦν, ὅταν
ἀκούσεις τὴν καταδίκη: «Πορεύεσθε ἀπ’
ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ σκότος τὸ ἐξώ-
τερον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς
ἀγγέλοις αὐτοῦ. Ἐπείνασα γὰρ καὶ οὐκ
ἐδώκατέ μοι φαγεῖν. Ἐδίψησα καὶ οὐκ ἐπο-
τίσατέ με, γυμνὸς ἤμην καὶ οὐ περιεβάλετέ
με». Διότι ἐκεῖ δὲν κατηγορεῖται ὁ ἅρπα-
γας, ἀλλὰ κατακρίνεται ὅποιος δὲν μοιρά-
ζεται τὰ ἀγαθά του μὲ τὸν πλησίον.
Ἐγὼ μὲν εἶπα ὅσα ἐθεώρησα ὅτι συμ-
φέρουν. Γιὰ σένα δέ, ἐὰν πεισθεῖς, εἶναι
ὁλοφάνερα τὰ ἀγαθὰ ποὺ σύμφωνα μὲ τὶς
ἐπαγγελίες σὲ ἀναμένουν. Ἐὰν ὅμως παρα-
κούσεις, ἡ ἀπειλὴ ἔχει ἤδη γραφεῖ. Ἀπὸ
αὐτὴν τὴν ἐμπειρία σοῦ εὔχομαι νὰ διαφύ-
γεις, ἀφοῦ πρῶτα ἀποκτήσεις καλλίτερον
φρόνημα, γιὰ νὰ σοῦ γίνει λύτρον ὁ ἴδιος ὁ
πλοῦτος σου, καὶ νὰ εὕρεις ἐκεῖ ἕτοιμα τὰ
οὐράνια ἀγαθά, μὲ τὴν χάριν αὐτοῦ ποὺ
μᾶς ἐκάλεσεν ὅλους στὴν Βασιλείαν του,
«ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας
τῶν αἰώνων. Ἀμήν».

 

Νεοελληνικὴ ἀπόδσοη εἰλημμένη ἀπὸ τὸ βιβλίο «Πατερικὸν Κυριακοδρόμιον». Εἰσαγωγὴ -Ἐπιμέλεια: Ἱ. Κελλίον Ἁγ. Νικολάου Μπουραζέρη, Ἅγιον Ὄρος, 2006

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *